Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.301 | Joseph. BJ 7.308 (English) | >>Joseph. BJ 7.315 |
7.305μετὰ γὰρ τὸν διατειχίζοντα πύργον τὴν ἀπὸ τῆς δύσεως ὁδὸν ἄγουσαν εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῷ πλάτει καὶ πολὺ προκύπτουσα , τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω · Λευκὴν δʼ αὐτὴν ὠνόμαζον .
7.306ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν ὁ Σίλβας ἐκέλευε τὸν στρατὸν χοῦν ἐπιφέρειν . τῶν δὲ προθύμως καὶ μετὰ πολλῆς χειρὸς ἐργαζομένων στερεὸν εἰς διακοσίους πήχεις ὑψώθη τὸ χῶμα .
7.307οὐ μὴν οὔτε βέβαιον οὔτε αὔταρκες ἐδόκει τοῦτο τὸ μέτρον εἶναι τοῖς μηχανήμασιν
-- -- ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον , μετὰ ταῦτα δʼ ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι ,
7.309καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας , ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν .
7.310ἐν ταὐτῷ δὲ καὶ κριὸν ὁ Σίλβας μέγαν κατασκευασάμενος , συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλʼ οὖν ἀναρρήξας τι μέρος κατήρειψε .
7.311φθάνουσι δʼ οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον , ὃ μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι · μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.301 | Joseph. BJ 7.308 (English) | >>Joseph. BJ 7.315 |